monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 4, 62
Ἀνὴρ δέ τις εὐγενέστατος, ὀνόματι Φῆλιξ, ἀπὸ Νουρσίας τῆς χώρας ὁρμώμενος, πατὴρ ὑπάρχων Καστορίου τοῦ νῦν μεθ᾽ ἡμῶν ἐν ταύτῃ τῶν Ῥωμαίων πόλει κατοικοῦντος, τοῦτον τὸν εὐλαβέστατον ἄνδρα Ἐκύτιον, ἱερατικὸν ἀξίωμα μὴ ἔχειν γινώσκων, σπουδαίως δὲ καθ᾽ ἕκαστον τόπον διατρέχοντα διδασκαλίας χάριν θεώμενος, ἐν μιᾷ τῶν ἡμερῶν, τῇ πρὸς αὐτὸν παῤῥησίᾳ θαῤῥῶν, ἤρξατο αὐτὸν ἐπερωτᾷν· Ἱερατικὸν ἀξίωμα μὴ ἔχων, μήτε ἐπιτροπὴν τῆς κηρύξεως παρὰ τωῦ τῶν Ῥωμαίων πατριάρχου λαβὼν, οὗ καὶ ὑπόκεισαι, πῶς τοῦτο ποιῆσαι τολμᾷς; Πρὸς ὃν ἅγιος οὗτος ἀνὴρ ἀπεκρίθη· Ταῦτα, ἅπερ μοι λέγεις, κᾀγὼ ἐν ἐμαυτῷ διελογισάμην· τὸ πῶς δὲ τὴν τῆς κηρύξεως ἐπιτροπὴν ἔλαβον, φανερόν σοι ποιοῦμαι· ἐν μιᾷ νυκτὶ δι᾽ ὀπτασίας νεώτερος πάνυ ὡραῖος παρέστη μοι, καὶ ἐν τῇ γλώττῃ μου ἰατρικὸν ἐργαλεῖον, τουτέστι φλεβότομον τέθεικεν, εἰρηκώς μοι· Ἰδοὺ τοὺς λόγους μου ἐθέμην ἐν τῷ στόματί σου, ἔξελθε τοῦ κηρύττειν.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below