monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 0, 15
Ἐκεῖ τοίνυν καθεζομένου μου, πάνυ τεθλιμμένου καὶ ἡσυχάζοντος, ἀγαπητός μου υἱὸς Πέτρος διάκονος παρέστη μοι, ὅς τις καὶ ἐκ πρώτου καιροῦ τῆς ἡλικίας αὐτοῦ, καὶ ἐν τῷ τῆς νεότητος ἄνθει, γνησίως ἐν τῷ τῆς φιλίας δεσμῷ συνηρμόσθη μοι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ τῶν ἱερῶν λόγων διατυπώσει κοινωνός μοι γεγονὼς, ὅς τις θεασάμενός με σφοδρῶς τῷ τῆς καρδίας νοσήματι συγκαιόμενον, ἔφη· Μήτοι γε νέον τι συνέβη, ὅτι πλειοτέρα σε τοῦ ἔθους λύπη, ὡς ὁρῶ, κατέχει; ᾧ τινι ἀποκριθεὶς, εἶπον· λύπη, Πέτρε, ἥνπερ καθ᾽ ἡμέραν ὑπομένω, τῶ μὲν ἔθει παλαιά ἐστι, διὰ δὲ προσθήκης νεάζει. Ταλαιπωρεῖ τοίνυν ψυχή μου τῇ ἑαυτῆς ἀσχολίᾳ, νυσσομένη τῷ τραύματι.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below