monumenta.ch > Gregorius Magnus > sectio 21

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 12, 21
Τοῦτο δὲ οἱ περιεστῶτες θεασάμενοι, καὶ σφόδρα ἐπὶ τῷ θαύματι ἐκπλαγέντες, ἤρξαντο ἐπὶ πλεῖον ἀπὸ χαρᾶς κλαίειν, καὶ τοῦτον ἐπερωτᾷν, τὸ ποῦ ἦν καὶ πῶς ὑπέστρεψεν; Αὐτὸς δὲ ἀποκριθεὶς εἶπεν· Ἄνδρες τινὲς σοβαροὶ σφόδρα ἦσαν, οἵ τινές με παρέλαβον, ὧν ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν πῦρ ἐξήρχετο, ὅπερ ὑποφέρειν οὐκ ἠδυνάμην.