monumenta.ch > Gregorius Magnus > sectio 17

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 12, 17
Ἀνὴρ δέ τις Σευῆρος ὀνόματι πάνυ θαυμασίας διαγωγῆς ἐν τῇ αὐτῇ ἐκκλησίᾳ ἱερεὺς ὑπῆρχεν, οἰκοδεσπότης δέ τις ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ ἐλθὼν, ἐν συντόμω πρὸς τὸν αὐτὸν πρεσβύτερον ἀποστείλας ἐδυσώπει, ἵνα μετὰ σπουδῆς πρὸς αὐτὸν παραγένηται, καὶ ὑπὲρ αὐτοῦ πρεσβείαν ποιήσῃ, ὅπως δι᾽ ἐξομολογήσεως καὶ μετανοίας τὰ πεπραγμένα αὑτῷ ἁμαρτήματα λύσιν λάβωσι, πρὶν καὶ τοῦ σώματος τούτου ἐξέλθῃ.