monumenta.ch > Hieronymus > bnf10439.29 v > sectio 86 > sectio 6
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 11, 6
Ὁ δὲ αὐτὸς τοῦ Θεοῦ δοῦλος Μαρτύριος ἐπιστὰς, τούτων πρὸς ἑαυτοὺς ἀφηγουμένων, ἐπέγνω μὴ εἶναι τὸν ἄρτον ἐσφραγισμένον. Ἤδη δὲ λοιπὸν ἐν τῇ ἀνθρακίᾳ ὑπὸ τῆς στάκτης ὁ αὐτὸς ἄρτος ἐκαλύπτετο· πρὸς οὓς εἶπε· Διὰ τί αὐτὸν, ἀδελφοὶ, οὐκ ἐσφραγίσατε; τοῦτο δὲ εἰπὼν, τὴν χεῖρα αὐτοῦ πλησίον τοῦ πυρὸς προσενεγκὼν, καὶ τὸν τύπον τοῦ σταυροῦ ποιήσας, παραχρῆμα τοιοῦτον ψόφον ὁ ἄρτος ἐν τῷ πυρὶ πεποίηκεν, ὥστε νομίζειν ὅτι χύτρα μεγάλη συνετρίβη.