monumenta.ch > Gregorius Magnus > sectio 87

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 10, 87
Ἀκούσας δὲ ἐπίσκοπος περὶ τοῦ θανάτου αὐτοῦ, πάνυ λυπηθεὶς, κλαίειν ἤρξατο, πρὸς δὲ ταύτας ἀποκριθείς, εἶπεν· Ἀποστῆτε ἀπ᾽ ἐμοῦ, καὶ ταῦτα λέγειν μὴ θελήσητε. Τῇ τοῦ παντοδυνάμου γὰρ Θεοῦ κελεύσει τούτου τελείωσις γέγονε, καὶ ὅπερ αἰτεῖσθε τὴν ἐμὴν ὑπερβαίνει δύναμιν.