monumenta.ch > Hieronymus > bnf10439.29 v > sectio 86
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 10, 86
Βραδύτητος οὖν γενομένης τοῦ κηδευθῆναι αὐτὸν, αἱ ἀδελφαὶ αὐτοῦ περὶ τοῦ θανάτου αὐτοῦ θλιβόμεναι, πρὸς τὸν σεβάσμιον ἄνδρα Φορτουνᾶτον τὸν ἐπίσκοπον κλαίουσαι, ἔδραμον, καὶ τοῖς τούτου ποσὶ μετὰ στεναγμοῦ καὶ δακρύων προσκυλινδούμεναι, ἔλεγον· Οἴδαμεν, τίμιε πάτερ, ὅτι τοῖς τῶν Ἀποστόλων ἴχνεσιν ἐξακολουθῶν, πάντα ὅσα τὸν Θεὸν αἰτεῖς, λαμβάνεις· λεπροὺς γὰρ καθαρίζεις, καὶ τοῖς τυφλοῖς τὸ βλέμμα χαρίζῃ· ἐλθὲ οὖν καὶ τὸν ἀρτίως τελευτήσαντα ἡμῶν ἀδελφὸν ἀνάστησον.