monumenta.ch > Hieronymus > bnf10439.7 r > sectio 61
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 10, 61
Τοῦ γὰρ ἀνθρώπου τοῦ Θεοῦ εὐχὴν ποιήσαντος, καὶ τοῖς τούτου ὀφθαλμοῖς τὸν τύπον τοῦ σταυροῦ ἐπιθέντος, παραχρῆμα τὸ φῶς ἀπέλαβε, τοῦ σκότους τῆς τυφλώσεως φυγαδευθέντος. Στρατιώτου πάλιν τινὸς τὸν ἵππον λύσσα σφοδροτάτη κατεῖχεν, ὥστε τοῦτον μόλις ὑπὸ πολλῶν κρατηθῆναι δύνασθαι· εἰς οὓς γὰρ ἐπιβῆναι ἠδυνήθη τούτων τὰ μέλη τοῖς δήγμασι κατέπληττε.