monumenta.ch > Gregorius Magnus > bsbClm6279.153 > Lucas, 1 > bkeCod.22.29v > bsbClm6279.265 > sectio 50

Word Selection for Searching

Report an Error in this Sectio
Gregorius Magnus, Dialogi, 1, 10, 50
Τὸ δὲ ἐξεληλυθὸς πονηρὸν πνεῦμα, πρὸς ἑσπέραν ἤδη λοιπὸν τῆς ἡμέρας κλινούσης, καὶ τῆς νυκτὸς ἐπελθούσης, πάντων ἐν ἡσυχίᾳ ὄντων, ξένον τινὰ ἑαυτὸν προσποιησάμενον, τὰς τῆς πόλεως πλατείας γυρεύειν ἤρξατο, κράζων καὶ λέγων· τοῦ ἁγίου ἀνδρὸς Φορτουνάτου τοῦ ἐπισκόπου· τί πεποίηκεν; ἰδοὺ γὰρ ξένον ἄνθρωπον ἐκ τοῦ κελλίου αὐτοῦ ἐξέβαλε.