monumenta.ch > Gregorius Magnus > sectio 42
Word Selection for Searching
Report an Error in this Sectio
Gregorius Magnus, Dialogi, 1, 10, 42
Ὁ δὲ τοῦ εὐκτηρίου πρεσβύτερος, σφοδρῶς ταύτην δαιμονιζομένην θεασάμενος, ἐκ τοῦ θυσιαστηρίου τὴν σινδόνα λαβὼν, ταύτην ἐσκέπασε. Παραυτὰ δὲ καὶ εἰς αὐτὸν ὁ διάβολος εἰσῆλθε, διὰ τὸ ὑπὲρ δύναμιν τοῦτόν τι ἀποτολμῆσαι· ἵνα ἐν τῇ ἑαυτοῦ ὀχλήσει συνωθούμενος, γνῷ τί ἐστιν ὃ πέπονθεν.