monumenta.ch > Hieronymus > bnf11947.94 v > bavPal.lat.1685.154 > sectio 73
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 73
Αὐτὸς δὲ συντόμως εις τῆν ἐκκλησίαν εἰσελθὼν, καὶ ἑαυτὸν εἰς εὐχὴν ὑποστρώσας δεόμενος, ἔλεγεν· Ἀρέσκει σοι, κύριε, ἵνα ἐξ ὧν ἡ μήτηρ μου ἀνατρέφει ὀρνέων φαγεῖν μῆ δυνηθῶ· ἅπαντα γὰρ ἡ ἀλώπηξ αὕτη κατέφαγεν. Ἀναστὰς οὖν ἐκ τῆς εὐχῆς, καὶ ἐξελθὼν ἰκ τῆς ἐκκλησίας, παραχρῆμα ἡ ἀλώπηξ ὑποστρέψασα, τὸ ὀρνίθιον ὅπερ ἐν τῷ στόματι κατεῖχεν, εἴασεν, αὐτὴ δὲ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἐν τῇ γῇ πεσοῦσα ἀπέθανεν.