monumenta.ch > Gregorius Magnus > sectio 66

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 66
Γέρων τις κληρικὸς, ἀρτίως ἐκ τῶν μερῶν ἐκείνων ἐνταῦθα κατέλαβεν, ὅστις περὶ τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς Βονιφατίου ταῦτα διηγεῖται, ἅπερ σιωπηθῆναι οὐχ ἠγοῦμαι δίκαιον. Ἑλεγε γὰρ, ὅτι ἐν μιᾷ ἡμέρᾳ εἰσελθόντος αὐτοῦ εἰς τὸν κῆπον, εὗρε πολὺ πλῆθος κάμπης, ὥστε ὅλον τὸν κῆπον σκεπασθῆναι, πᾶν δὲ λάχανον ἀπολλύμενον θεασάμενος, πρὸς τὴν αὐτὴν κάμπην ἐπιστραφεὶς, εἶπεν· Ὀρκίζω ὐμᾶς ἐν τῷ ὀνόματι τοῦ κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναχωρήσατε ἐντεῦθεν, καὶ τὸ λάχανον τοῦτο φαγεῖν μὴ τολμήσητε.