monumenta.ch > Hieronymus > sectio 21 > csg75.521 > bnf11947.27 > sectio 15 > sectio 60

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 60
Ἐκεῖνος δὲ μετὰ ὕβρεως ἀπεκρίθη λέγων· Πάντες μετὰ σοῦ ζῶσι, μόνος ἐγὼ ἔμπροσθέν σου ζῆσαι οὐ δύναμαι, ἀπόδος μοι τὸ λογάριν μου. Κινηθεὶς δὲ ἐπίσκοπος ταῖς τούτου φωναῖς, ἐν τῷ ναῷ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας εἰσελθὼν, τὸ φελόνιον αὐτοῦ φορῶν, καὶ ἐκτείνας τὰς χεῖρας ἤρξατο εὔχεσθαι, ὅπως αὑτῷ Θεὸς χορηγήσῃ, ὅθεν τῷ πρεσβυτέρω δυνηθῇ ἀποδοῦναι ἅπερ αὐτῷ ἐπεζήτει, καὶ τὸν θυμὸν καταπαῦσαι.