monumenta.ch > Gregorius Magnus > sectio 44

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 44
ΠΕΤΡ. Προφάσεως εὐκαίρου ἀναφανείσης, ἐπιζητῆσαι θέλω τί βούλεται εἶναι, ὅτι λυτρωτὴς ἡμῶν Θεὸς, ἐν ὅσω τοῖς δυσὶ τυφλοῖς τὸ φῶς ἐχαρίσατο, ἐκέλευσεν ὅπως μηδενὶ εἴπωσιν· ἐκεῖνοι δὲ ἀπελθόντες, διεφήμισαν αὐτὸν ἐν πάσῃ τῇ γῇ ἐκείνῃ; μή τί γε μονογενὴς τοῦ πατρὸς Υἱὸς, καὶ τοῦ ἁγίου πνεύματος συναΐδιος ἐν τούτω τῷ πράγματι θέλημα εἶχεν, ὅπερ οὐκ ἠδυνήθη πληρῶσαι· ὥστε τὸ θαῦμα, ὅπερ σιωπηθῆναι ἤθελε, μηδαμῶς δυνηθῆναι ἀποκρυβῆναι.