monumenta.ch > Gregorius Magnus > sectio 43
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 43
Μετὰ δὲ τρίτην ἡμέραν, τὸν προλεχθέντα Κωνστάντιον τὸν πρεσβύτερον καλέσας, καὶ εὐχὴν ποιήσας, τὴν ἀποθήκην ἤνοιξε. Τὰ δὲ σκεύη ἐν οἷς ὁ ἐκπιεσθεὶς ὀλίγος οἶνος ἐβλίθὴ, δαψιλῶς τὸν οἶνον ἐκχύνοντα εὗρεν· ὥστε εἰ ἐδέησε τὸν ἐπίσκοπον ὀλίγον βραδύναι τοῦ εἰσελθεῖν, τὴν γῆν τῆς ἀποθήκης πᾶσαν ἐπὶ τοῦ ὑπερεκχεομένου οἴνου σκεπασθῆναι. Τότε τῷ πρεσβυτέρω μετὰ αὐστηρότητος ἐκέλευσεν, ἵνα μηδενὶ τὸ θαῦμα τοῦτο ἐξείπῃ, ἕως οὗ ὁ ἐπίσκοπος ἐκ τῆς παρούσης ζωῆς μετέλθῃ, φοβούμενος μή πως ἐν τῇ γεγονυίᾳ δυνάμει τοῦ θαύματος, διὰ τοῦ τῶν ἀνθρώπων ἐπαίνου, βλάβην τινὰ ὑπομείνῃ· πάνυ γὰρ τὰς πράξεις τὰς ἀγαθὰς ὁ τῶν ἀνθρώπων ἔπαινος παραβλάπτειν εἴωθεν· καὶ ἐν τούτω τῷ τοῦ διδασκάλου ὑποδείγματι ἐξακολουθῶν, ὅστις ἡμᾶς ἐν τῇ ταπεινῇ ὁδῷ τῆς ταπεινοφροσύνης ὁδηγῶν, τοῖς ἑαυτοῦ μαθηταῖς ἐνετείλατο, λέγων, περὶ ὦν ἐθεώρουν σημείων, ἵνα μηδενὶ εἴπωσιν, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἁναστῇ