monumenta.ch > Gregorius Magnus > sectio 36

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 9, 36
Οὐδὲν δὲ ἕτερον εἰς πᾶσαν διοίκησιν εἶχεν, εἰ μὴ ἕνα καὶ μόνον ἀμπελῶνα. Ἐν μιᾷ δὲ ἡμέρᾳ χαλάζης ἐπελθούσης, καὶ αὐτὸς κατελύθη, ὥστε μὴ ἀπομεῖναι ἐν αὐτῷ σταφυλὴν, εἰ μὴ ὅπου καὶ ἓν βοτρύδιον εἰς ἀραιὰ κλήματα, εἰς ὃν προλεχθεὶς εὐλαβέστατος ἀνὴρ Βονιφάτιος ἐπίσκοπος εἰσελθὼν, εὐχαριστηρίους ὕμνους τῷ παντοδυνάμω Θεῷ ἀνεπεμψε, καὶ τοι ἐν τοιαύτῃ πτωχείᾳ καὶ στενώσει ὑπαρχων.