monumenta.ch > Gregorius Magnus > sectio 16

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 8, 16
Ἐν αὐτῷ οὖν τῷ τόπω παμμεγέθης λίθος ἄνωθεν ὑπέρκειται, καὶ βαθύτατος κρημνὸς κάτωθεν θεωρεῖται. Ὅτε δὲ λοιπὸν παντοδύναμος Θεὸς τοῦ αὐτοῦ σεβασμίου ἀνδρὸς Ἀναστασίου τοῖς κόποις ἄνεσιν παρασχεῖν ἐκέλευσεν, ἐν μιᾷ νυκτὶ ἐκ τοῦ ὕψους τοῦ λίθου φωνὴ γέγονεν μετὰ ἤχου λέγουσα· Ἀναστάσιε, δεῦρο.