monumenta.ch > Gregorius Magnus > sectio 29

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 7, 29
ΓΡΗΓ. Ἐλαίου ποτὲ ἐν τῷ μοναστηρίω λεῖψις γέγονεν, ἦν δὲ λοιπὸν καιρὸς τοῦ σωρεῦσαι ἐκ τῶν δένδρων τὰς ἐλαίας, ἀλλ᾽ οὐδαμῶς καρπὸς ἐν τοῖς τοῦ μοναστηρίου δένδροις ἐφαίνετο. Βουλῆς οὖν πατὴρ τῆς μονῆς γέγονεν, ὅπως οἱ ἀδελφοὶ πέριξ πρὸς τοὺς ἔχοντας ἐλαίας ἐπὶ τῷ συνάξαι ἀπέλθωσιν, ὅπως ἐκ τοῦ μισθοῦ τῆς ἐργασίας αὐτῶν δυνηθῶσιν ὀλίγον ἔλαιον ἐν τῇ μονῇ ἐνέγκαι.