monumenta.ch > Gregorius Magnus > sectio 9

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 6, 9
Πρὸς δὲ τῷ πυρὶ ὕδωρ ἐπέχυνον, πλειοτέρως φλὸξ ὑπερηύξανεν, ὥστε λοιπὸν παντελῆ ἀπώλειαν τῇ αὐτῇ πόλει ἀπειληθῆναι. Ἐν ὅσω δὲ διαφόρους τόπους τὸ πῦρ κατέφλεξεν, καὶ οὐ μικρὸν μέρος λοιπὸν τῆς πόλεως κατενεμήσατο, μηδενὸς ὑποστῆναι δυναμένου, ἐπίσκοπος χερσὶ βασταζόμενος κατέλαβε, καὶ τῇ ὀδύνῃ τῆς τοῦ πυρὸς ἀνάγκης νυττόμενος, τοῖς αὐτὸν βαστάζουσιν ἐκέλευσε, λέγων· Κατέναντι τοῦ πυρὸς ἐμὲ θήσατε, ὅπερ λοιπὸν καὶ γέγονεν καὶ ἐν ἐκείνω τῷ τόπω ἐτέθη, ἐν ᾧ πᾶσα τῆς φλογὸς δύναμις ἐπιβληθεῖσα ἐφαίνετο.