monumenta.ch > Gregorius Magnus > sectio 90

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 4, 90
Ὅπερ δὲ διὰ τοῦ Δαυὶδ γέγονε, τῇ κρυπτῇ τοῦ Θεοῦ κρίσει, δίκαιον εἶναι πιστεύομεν· τῇ γὰρ ἀνθρωπίνῃ κατανοήσει, πῶς δίκαιόν ἐστιν οὐκ ἐπιστάμεθα. Τί οὖν θαυμαστὸν, ἐὰν τοῖς λόγοις τῶν ψευδομένων, καὶ ἡμεῖς εἰς ἕτερα ἀπαγώμεθα, οἵ τινες προφῆται οὐχ ὑπάρχομεν; Οὐ μέγα οὖν εἰ καὶ ἑνὸς ἑκάστου τῶν πατριαρχῶν τὸν νοῦν τῶν φροντίδων ἀλλεπάλληλος μέριμνα λυμαίνεται.