monumenta.ch > Gregorius Magnus > sectio 80

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 4, 80
Πλησίον δὲ αὐτοῦ τοῦ Θεοῦ ἄνθρωπος παραγενόμενος, ἀνυπόστατος φόβος ἐν τῇ Ἰουλιανοῦ ψυχῇ εἰσῆλθε, καὶ λοιπὸν τρέμων, μόλις ἀναγγεῖλαι ἠδυνήθη τὸ διατὶ ἐλήλυθε. Ταπεινωθέντος οὖν τοῦ φρονήματος αὐτοῦ, τοῖς γόνασι τοῦ ἁγίου προσέδραμε, καὶ εὐχὴν ὑπὲρ ἑαυτοῦ ᾐτεῖτο γενέσθαι, καὶ ὅτι πατὴρ ἡμῶν ἀποστολικὸς ποθεῖ τοῦ θεάσασθαι ὑμᾶς, καὶ ἐπὶ τούτω με ἀπέστειλεν.