monumenta.ch > Hieronymus > bsbClm6224.409 > sectio 174 > sectio 74
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 4, 74
Τοῦτον οὖν πρὸς αὐτὸν ἀπέστειλεν, ὅπως μετὰ σπουδῆς αὐτον ἀγάγῃ. Ἀπελθὼν δὲ ὁ παῖς, καὶ ἀποτόμως ἐν τῷ λιβαδίω εἰσελθὼν, εἰς πάντας τοὺς τὸν χόρτον θερίζοντας ἀτενίσας, ἐπεζήτει τίς ἐστιν ὁ Ἐκύθιος· ὡς δὲ παρ᾽ αὐτῶν τίς ἐστι διέγνω, μήκοθεν τοῦτον ὑπάχοντα θεασάμενος, ἀναριθμήτω φόβω βληθεὶς, ἤρξατο τρέμειν καὶ ἀγωνιᾷν, καὶ μόλις δύνασθαι τῇ τοῦ βήματος κινήσει βαδίζειν.