monumenta.ch > Gregorius Magnus > sectio 55
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 4, 55
Τοῦτο δὲ ἀκούσας ὁ δίκαιος οὗτος ἀνὴρ, ἠγανάκτησεν, ὑπομειδιάσας δὲ εἶπεν· Ἆρα οὐκ εἶπον, ὅτι διάβολός ἐστιν οὗτος, καὶ οὐχὶ μοναχός; Ἀπέλθετε οὖν, καὶ ἐκ τοῦ κελλίου τοῦτον ῥίψατε, περὶ δὲ τῆς δούλης τοῦ Θεοῦ, ἥ τις τῇ εἰσβολῇ τοῦ πυρετοῦ καταφλέγεται, μηδὲν μεριμνήσητε· ἀπὸ γὰρ τῆς ὥρας ταύτης, οὔτε τῷ πυρετῷ κοπιάσει, οὔτε Βασίλειον ἐπιζητήσει.