monumenta.ch > Gregorius Magnus > sectio 52

Word Selection for Searching

Report an Error in this Sectio
Gregorius Magnus, Dialogi, 1, 4, 52
Τοῦτου δὲ ἐξελθόντος, συνέβη ἐν τῷ μοναστηρίω τῶν παρθένων, ὧν τὴν προνοητικὴν ἐπιμέλειαν αὐτὸς πατὴρ ἦν ἀναδεξάμενος, μίαν τινὰ ἐξ αὐτῶν, ἥτις πάνυ κατὰ τὴν σάρκα ταύτην εὔοπτος ὑπῆρχεν, πυρετῷ λαβροτάτω καταφλέγεσθαι, καὶ φωνὰς ἀφιέναι λέγουσαν· Πάντως ἀρτίως ἀποθνήσκω, ἐὰν μὴ Βασίλειος μοναχὸς ἔλθῃ, καὶ αὐτός μοι διὰ τῆς συνδρομῆς τῆς ἑαυτοῦ ἰατρείας, τὴν ἴασιν παράσχῃ.