monumenta.ch > Gregorius Magnus > sectio 51

Word Selection for Searching

Report an Error in this Sectio
Gregorius Magnus, Dialogi, 1, 4, 51
δὲ τοῦ Θεοῦ δοῦλος ἔφη· Ἐγὼ ὅπερ αὐτὸν εἶναι ὁρῶ, τοῦτο ἀναγγέλλω. Ἵνα δὲ μὴ θέλειν με ὑπακοῦσαι λογίσῃ, ὅπερ κελεύεις ποιῶ. Ὑπεδέχθη τοίνυν ἐν τῷ μοναστηρίω. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας, αὐτὸς τοῦ Θεοῦ δοῦλος Ἐκύτιος, πρὸς τὸ οἰκοδομῆσαι λόγω διδασκαλίας τοὺς τὴν οὐράνιον ποθοῦντας ἀπόλαυσιν, ὀλίγον ἐκ μήκους τοῦ μοναστηρίου ἐξῆλθε.