monumenta.ch > Gregorius Magnus > sectio 46

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 2, 46
Γινώσκων δὲ ἡγούμενος πῶς ἐκ πάντων ἐτιμᾶτο καὶ ἠγαπᾶτο Λιβερτῖνος, ἐνόμισεν ὅτι διὰ τὴν ὕβριν ἣν αὐτῷ ἐπήγαγεν, ὑποχωρῆσαι ἐκ τοῦ μοναστηρίου ἤθελεν, ὅθεν καὶ ἠρώτησεν αὐτὸν, λέγων· Ποῦ βούλει ἀπελθεῖν; ᾧ τινι ἀποκριθεὶς, εἶπε· Τοῦ μοναστηρίου πρᾶγμα ὡρισμένον ἐστὶ, πάτερ, ὅπερ ἀδυνάτως ἔχω τοῦ ἐᾶσαι· τῇ γὰρ χθὲς ἡμέρᾳ ὥρισα σήμερον ἐκεῖσε εὑρεθῆναι.