monumenta.ch > Hieronymus > bsbClm6224.57 > 58 > sectio 40
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 2, 40
Οὗτινος γὰρ τὸ καλίγιον ἐν τῷ στήθει τοῦ τεθνεῶτος ἔθηκεν, αὐτοῦ δηλαδὴ τὴν ψυχὴν ὑπακουσθῆναι, ὅπερ ᾐτήσατο ὑπελάμβανεν. Ἐπεὶ καὶ Ἐλισσαῖος τοῦ διδασκάλου τὴν μηλωτὴν βαστάζων, καὶ εἰς τὸν Ἰορδάνην ἐλθὼν, ἐπάταξεν ἅπαξ, καὶ οὐδαμῶς τὰ ὕδατα διῃρέθη· ὡς δὲ παρευθὺ εἶπε, Ποῦ ἐστιν ὁ Θεὸς Ἡλιοῦ; καὶ πάλιν τὸν ποταμὸν τῇ τοῦ διδασκάλου μηλωτῇ ἐπάταξεν, ὁδὸν ἀναμέσον τῶν ὑδάτων πεποίηκε.