monumenta.ch > Gregorius Magnus > sectio 31
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 2, 31
Εἰσελθόντες δὲ ἐν τῷ εὐκτηρίω οἱ Φράγκοι, ἤρξαντο μετὰ πλείστου θυμοῦ τὸν Λιβερτῖνον ἐπιζητεῖν, καὶ ἐξ ὀνόματος Λιβερτῖνον κράζειν· ἐκεῖνος δὲ ἐν τῇ εὐχῇ ἔκειτο ἡπλωμένος. Θαυμαστὸν γοῦν πρᾶγμα συνέβη· ζητοῦντες γὰρ αὐτὸν, καὶ θυμομαχοῦντες οἱ Φράγκοι εἰσερχόμενοι μὲν ἐν τῷ εὐκτηρίω, εἰς αὐτὸν προσέκοπτον, θεωρῆσαι δὲ αὐτὸν οὐκ ἠδύναντο· οὕτως οὖν τῇ ἑαυτῶν τυφλώσει μαστιγωθέντες, ἐκ τοῦ μοναστηρίου σάβουροι ἐξῆλθον.