monumenta.ch > Hieronymus > csg68.358 > csg75.472 > sectio 15 > bnfNAL1601.22 > sectio > sectio 27
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 2, 27
Ἐπὶ πλείω δὲ οἱ ἵπποι τυπτόμενοι καὶ πληττόμενοι κόποι μὲν ὑπέμενον, κινηθῆναι δὲ οὐκ ἠδύναντο· οὕτω γὰρ τῷ ὕδατι τοῦ ποταμοῦ προσεγγίσαι ἐφοβοῦντο, καθάπερ κρημνῷ θανασίμω. Ὅτε δὲ ἐπὶ πολὺ τοὺς ἵππους ἐμαστίγωσαν, καὶ ἐξητόνησεν ἕκαστος, εἷς ἐξ αὐτῶν εἶπε· Διὰ τὸ πταῖσμα, ὅπερ ἐν τῇ ὁδῷ εἰς τὸν δοῦλον τοῦ Θεοῦ πεποιήκαμεν, ταύτας τὰς προσβολὰς τῆς ὀδύνης ὑποφέρομεν.