monumenta.ch > Gregorius Magnus > sectio 18

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 1, 18
Ἐκεῖ οὖν ζωὴ αὐτοῦ ἐν ἅπασιν ὑποδείγματα θαυμασίας διαγωγῆς δέδωκεν. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐκ τοῦ αὐτοῦ ὄρους, ἐν ᾧ τὸ μοναστήριον αὐτοῦ ἐν τῷ ὕψει διάκειται, λίθος παμμεγέθης ἀπετμήθη, ὅς τις διὰ τῆς αὐτοῦ καταγωγῆς ἐκ πλαγίου τοῦ ὄρους ἐλθὼν πτῶσιν τοῦ μοναστηρίου καὶ πάντων τῶν ἀδελφῶν ἀπώλειαν ἠπείλει· ὃν ἅγιος ἐκεῖνος ἀνὴρ ἄνωθεν ἐρχόμενον θεασάμενος, συχνῇ τῇ φωνῇ τὸ τοῦ Ξριστοῦ ἐπικαλεσάμενος ὄνομα, καὶ τὴν δεξιὰν χεῖρα ἐκτείνας, τὸν τύπον αὐτῷ τοῦ τιμίου σταυροῦ ἐπέθηκεν, καὶ παραχρῆμα ἐν τῷ τοῦ ὄρους κρημνῷ κατερχόμενον ἔστησε, καθὼς σπουδαῖος ἀνὴρ Λαυρέντιος λέγει.