monumenta.ch > Gregorius Magnus > sectio 17

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 1, 17
Καὶ τὴν τοῦ Ὁνωράτου ἐγκράτειαν ἤρξαντο σέβεσθαι, ἥνπερ κατεγέλων τὸ πρότερον· οὕτως οὖν ἀπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐμπαιγμοῦ τὴν ὕβριν ἰχθυς τοῦ ὄρους ἀπήλειψεν. Προκόψαντος δὲ αὐτοῦ μεγίσταις δυνάμεσι, παρὰ τοῦ προλεχθέντος αὐτοῦ κυρίου ἐλευθερίας ἔτυχε, καὶ εἰς ἐκεῖνον τὸν τόπον τὸ Φούνδης λεγόμενον μοναστήριον ᾠκοδόμησεν, ἐν ᾧ διακοσίων λοιπὸν μοναχῶν πατὴρ γέγονεν.