monumenta.ch > Gregorius Magnus > sectio 20

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 0, 20
Καὶ ἐν ὅσω τῆς πρώτης ζωῆς μνημονεύω, ὥσπερ εἰς τὰ ὀπίσω τοὺς ὀφθαλμοὺς ἀπενέγκας, θεώμενος τὸν λιμένα ὅθεν ἐξῆλθον, ἀναστενάζω. Ὅπερ μοι καὶ ἔστιν ἀκμὴν βαρύτερον, ὅτι ἐν ὅσω τοῖς ἀμετρήτοις κύμασι πεφυρμένος φέρομαι, μόλις λοιπὸν τὸν λιμένα θεάσασθαι δύναμαι, ὅνπερ κατέλιπον· τοιαῦται γὰρ αἱ συμφοραὶ τοῦ νοὸς ὑπάρχουσι, πρῶτον μὲν ἀπολέσαι τὸ καλὸν, ὅπερ κατέχει, μνημονεύειν δὲ ὅπερ ἀπώλεσεν· ὅτε δὲ μήκοθεν ἀποστῇ, καὶ αὐτοῦ οὗπερ ἀπώλεσεν ἀγαθοῦ ἐπιλανθάνεται· γίνεται δὲ ὅπως μετέπειτα μή τε ἐπὶ μνήμης θεάσηται, ὅπερ πρότερον διὰ πράξεως ἐκράτει.