monumenta.ch > Gregorius Magnus > 15 > sectio 9 > bnf11947.161 v > sectio 16
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 0, 16
Μνημονεύει γὰρ ὁποία ποτὲ ἐν τῷ μοναστηρίω ὑπῆρχε· πῶς αὐτῇ πάντα τὰ μὴ ἀνήκοντα ὑπέκειτο· πόσων πραγμάτων τῶν ἐν τῷ βίω κυλιομένων ὑπερανέστηκεν, ἥ τις οὐδὲν ἕτερον εἰ μὴ τὰ οὐράνια μεριμνᾷν εἴωθεν· κρατουμένη γὰρ τῷ σώματι τὰ τῆς σαρκὸς κλεῖθρα, τῇ θεωρίᾳ ὑπερέβαινε· διὸ καὶ τὸν θάνατον, τὸν πᾶσι φοβερὸν ὑπάρχοντα, ὥσπερ εἴσοδον ζωῆς καὶ τοῦ καμάτου αὐτῆς ἀμοιβὴν ἠγάπα.