monumenta.ch > Hieronymus > sectio 38 > sectio 13

Word Selection for Searching

Report an Error in this Sectio
Hieronymus, De viris illustribus, 69, 13
Οὗτος εἰς τὸ δόγμα τοῦ Κυπριανοῦ, καί τῆς Ἀφρικῆς συνόδου συναινῶν, περὶ αἱρετικῶν ἀναβαπτισθησομένων, πολλὰς πρὸς διαφόρους ἀπέστειλεν ἐπιστολὰς, τὰς καὶ ἄχρι τοῦ παρόντος τυγχανούσας, καὶ πρὸς Φλαβιανὸν δὲ Ἀντιοχείας ἐπίσκοπον γράφει περὶ μετανοίας, καὶ πρὸς Ῥωμαίους διὰ Ἱππολύτου ἑτέραν, καὶ πρὸς Ξύστον διαδεξάμενον Στέφανον ἐπιστολὰς δύο, πρὸς Φιλήμονα καὶ Διονύσιον τῆς ἐν Ῥώμῃ Ἐκκλησίας πρεσβυτέρους ἐπιστολὰς δύο, καὶ πρὸς τὸν αὐτὸν Διονύσιον, ὕστερον Ῥώμης ἐπίσκοπον, καὶ πρὸς Νωβατιανὸν αἰτιώμενον, ὡς ἄκων ἐν τῇ Ῥώμῃ ἐχειροτονήθη ἐπίσκοπος, ἧςτινος ἐπιστολῆς τὸ προοίμιον ἔχει οὕτως· « Διονύσιος Ἀλεξανδρείας Νωβατιανῷ.