monumenta.ch > Ambrosius > sectio 9 > sectio 327 > sectio 5

Word Selection for Searching

Report an Error in this Sectio
Hieronymus, De viris illustribus, 27, 5
Διονύσιος τῆς κατὰ Κόρινθον Ἐκκλησίας ἐπίσκοπος τοσοῦτον εὐφραδὴς καὶ σπουδαῖος ἐγένετο, ὥστε μὴ μόνον τοὺς λαοὺς τῆς ἰδίας πόλεως καὶ ἐπαρχίας, ἀλλὰ καὶ ἑτέρων ἐπαρχιῶν καὶ πόλεων, δι' οἰκείων ἐπιστολῶν πεπαιδευκέναι, ἀφ' ὧν ἐστι μία πρὸς Λακεδαιμονίους, ἄλλη πρὸς Ἀθηναὶους, τρίτη πρὸς Νικομηδεῖς, τετάρτη πρὸς Κρῆτας, πέμπτη πρὸς Ἀμαστριανὴν Ἐκκλησίαν, καὶ ἑτέρας Πόντου Ἐκκλησίας, ἕκτη πρὸς Κνωσσιανοὺς καὶ Πινυτὸν τῆς αὐτῆς πόλεως ἐπίσκοπον, ἑβδόμη πρὸς Ῥωμαίους, ἣν ἔγραψε πρὸς Σωτῆρα τὸν τούτων ἐπίσκοπον, ὀγδόη πρὸς Χρυσοφόραν εὐλαβῆ γυναῖκα.