monumenta.ch > Hieronymus > sectio 29 > sectio 23

Word Selection for Searching

Report an Error in this Sectio
Hieronymus, De viris illustribus, 2, 23
Λέγει καὶ ἕτερά τινα, μακρὸν εἴη καταλέγεσθαι, καὶ γὰρ καὶ Ἰώσηπος ἐν τῷ εἰκοστῷ τῆς ἀρχαιολογίας λόγῳ, καὶ Κλήμης ἐν τῷ ἐβδόμω τῶν ὑποτυπώσεων εἰρήκασι, μετὰ τὴν τελευτὴν Φήστου τοῦ τὴν Ἰουδαίαν διέποντος, πεμφθῆναι παρὰ Νέρωνος διάδοχον αὐτοῦ Ἀλβῖνου, καὶ πρὶν τοῦτον τῆς ἐπαρχίας ἐπιστῆναι, Ἄνανος, φησὶν, ἱερεὺς, νέος, Ἀνάνου υἱὸς, γένους ἱερατικοῦ, εἰληφὼς ἀφορμὴν ἀναρχίας, συνεδρίου γενομένου, ἠνάγκασε τὸν Ἰάκωβον δημοσίᾳ ἵνα τὸν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ ἀρνήσηται, ἀντιλέγοντα δὲ λιθασθῆναι προσέταξεν, ὃς ἐκ τοῦ πτερυγίου τοῦ ναοῦ κρημνισθεὶς, κατεαγότων αὐτοῦ τῶν σκελῶν, ἡμιθανὴς ἐπάρας εἰς οὐρανὸν τὰς χεῖρας, λέγει· Κύριε, σύγγνωθι αὐτοῖς, γὰρ ποιοῦσιν ἀγνοοῦσι· τότε κναφικῷ μοχλῷ τὰ ἱμάτια ἐκπιέζειν εἰώθασι, κατὰ τὸν ἐγκέφαλον κρουσθεὶς, ἀνεπαύσατο.